Ancient Greek
Book 1, Chapter 127
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.127.1
Not analysed yet
(135) σβέννυσιν δὲ 〈γάλα〉 καὶ μετὰ τοὺς τόκους ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, Κιμωλία σὺν ὄξει καταχριομένη ἢ ὕδατι καὶ ῥοδίνῳ, στυπτηρία ὑγρὰ σὺν ὕδατι ὀξυροδίνου μειγνυμένου· γῆς Σαμίας ὁ ἀστήρ, γῆ Μηλία ὁμοίως, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ καταπλασσόμενον, τρὺξ ὄξους ἢ οἴνου μετὰ ἀλφίτου καταπλασθεῖσα, ὑοσκυάμου σπέρμα μετὰ οἴνου λεῖον ὁμοίως· θάλασσα καταντλουμένη, κωνείου φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη, κάρυα βασιλικὰ καταπλασσόμενα.