Ancient Greek
Book 1, Chapter 128
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.128.1
Not analysed yet
(136) τοὺς δὲ χονδριῶντας μαστοὺς παύει πίτυρα ἐν ὄξει καὶ πηγάνου ἀφεψήματι ζεσθέντα καὶ καταπλασθέντα, ἡδύοσμον σὺν ἀλφίτῳ 〈καταπλασθέν〉, ἡμεροκαλλοῦς φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη· κάρυα βασιλικὰ σὺν μέλιτι καὶ πηγάνῳ, κρότωνος φύλλα λεῖα, κρόκος σὺν γάλακτι καταχριόμενος· κραταιόγονον καταπλασσόμενον, κυάμινον ἄλευρον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ, λίθος γεώδης σὺν ὕδατι, λίθος ὀστρακίτης σὺν μέλιτι, Κυδώνια ἑφθὰ σὺν μέλιτι καταπλασσόμενα, σέλινον 〈χλωρόν〉 καταπλασσόμενον (137) ὠφελεῖ καὶ τοὺς τεθρομβωμένους μαστούς.