Ancient Greek
Book 1, Chapter 130
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.130.1
Not analysed yet
(138) κατασπᾷ δὲ γάλα πλεῖον ἱππομαράθου ἢ μαράθου ἀφέψημα μετὰ οἴνου πινόμενον· κάχρυ, ἐρέβινθος, ὤκιμον, μολόχη, ἄνηθον συνεψηθέντα ῥοφήματι, κιρκαίας καρπὸς ὁμοίως, μελάνθιον ὀλίγον πινόμενον ἐφ’ ἱκανὰς ἡμέρας καὶ 〈ἐν〉 ῥοφήματι δὲ λαμβανόμενον, ὀνώνιδος ῥίζα σὺν ῥοφήματι ἑψηθεῖσα καὶ λαμβανομένη· γλαυκὸς τῆς βοτάνης τοὺς καυλοὺς καὶ τὰ φύλλα καὶ τὰ ἄνθη ἑψήσας ἐν ῥοφήματι δίδου·