Ancient Greek
Book 1, Chapter 132
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.132.1
Not analysed yet
(141) τὰς δὲ τῶν διδύμων φλεγμονὰς ἰᾶται τρὺξ οἴνου μεθ’ ἀλῶν καταπλασθεῖσα, ὑοσκυάμου καρπὸς μετὰ οἴνου λεῖος ἢ Κιμωλία σὺν ὄξει καὶ ῥοδίνῳ γλοιώδης καταχριομένη· ὁμοίως ἀστὴρ Σάμιος καταχριόμενος ἢ λίθος γεώδης σύν ὕδατι ἤ ἐρεβίνθων ἄλευρον ἐν μελικράτῳ ἑψηθέν, ἐρέβινθοι ἑφθοὶ καταπλασσόμενοι, ἠριγέροντος ἄνθος σὺν γλυκεῖ καὶ ἡ πόα καταπλασσομένη καὶ οἱ πάπποι ὁμοίως·