Ancient Greek
Book 1, Chapter 132
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.132.2
Not analysed yet
κορίου φύλλα σὺν σταφίδι, κρίνου ῥίζα σὺν ὑοσκυάμου φύλλοις καὶ ἀλεύρῳ πυρίνῳ, κυάμινον ἄλευρον ἑψηθὲν ἐν οἴνῳ σὺν κυμίνῳ καὶ σταφίδι ἡ κορίῳ ἢ κηρωτῇ κυπρίνη, ἢ λινόσπερμον ἐν οἰνομέλιτι ἑφθόν, ἡ μελίλωτον ἐν γλυκεῖ ἑφθόν· μυρρίνης φύλλα σὺν κηρωτῇ, σταφὶς λευκὴ σὺν νίτρῳ ἢ ἀφρονίτρῳ, πήγανον σὺν κλάδοις δάφνης ἁπαλοῖς, βράθυος φύλλα σὺν ὕδατι καταπλασσόμενα, σπλάγχνον τὸ καλούμενον βρύον ὁμοίως ἢ τὸ θαλάσσιον βρύον· ἄγνου σπέρμα μετὰ βουτύρου καὶ ἀμπέλου φύλλων, ἀκτῆς φύλλα ὁμοίως, ἀσφοδέλου φύλλα καὶ ῥίζα ἑψηθέντα ἐν οἴνῳ.