Ancient Greek
Book 1, Chapter 133
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.133.1
Not analysed yet
(142) τὰς δὲ χρονίους φλεγμονὰς τῶν διδύμων λύει ζἄσσιος λίθος λεῖος περιαπτόμενος ἐν ἐρίῳ ξηρῷ, ἀλθαίας ῥίζα ἑφθὴ καταπλασσομένη, ἐρύσιμον ἑφθὸν λεῖον, νίτρον ὀπτὸν διεθὲν ἐν ἐλαίῳ, ὠοῦ 〈τὸ〉 λεκιθῶδες ἐπιτιθέμενον ἐν σπληνίῳ, ἄλευρον κρίθινον σὺν πίσσῃ ὑγρᾴ. πυριῶνται δὲ ὠφελίμως κυπαρίσσου ἀφεψήματι.