Ancient Greek
Book 1, Chapter 142
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.142.1
Not analysed yet
(150) ἐκπέσσει δὲ φύματα ἁβρότονον ἑψηθὲν σὺν ὠμῇ λύσει, ἄγνου σπέρμα ὁμοίως, σῦκα ξηρὰ μετὰ νίτρου καὶ σῦκον ἐψηθὲν ἐν μελικράτῳ ὁμοίως, καὶ πύρινον καὶ τήλινον καὶ ζέινον [λινόσπερμον] 〈καὶ〉 αἴρινον σὺν περιστερᾶς κόπρῳ ἑψηθέντα καὶ νίτρῳ· λινόσπερμον μετὰ οἰνομέλιτος ἑψηθέν, γῦρις μετὰ πίσσης καὶ ἐλαίου καὶ ὕδατος ἢ ὄξους ἑψηθεῖσα, ζύμη μετὰ ἁλῶν, θέρμοι ἐν ὄξει ἑφθοὶ καταπλασθέντες, χαλβάνη καθ’ ἑαυτήν, λινόσπερμον μετὰ θείου καὶ ἴρεως, Ἄσσιος λίθος σὺν κηρωτῇ καὶ ἐξικμάζει τὰ ὑπώπια.