Ancient Greek
Book 1, Chapter 143
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.143.1
Not analysed yet
(151) ῥήσσει δὲ τὰ φύματα θαψίας χυλὸς μετὰ θείου καταχριόμενος, ναρκίσσου ῥίζα σὺν μέλιτι καὶ αἰρίνῳ ἀλεύρῳ καταπλασθεῖσα, πρόπολις, θέρμοι μετ’ ὄξους ἑφθοὶ καταπλασθέντες· σικύου ἀγρίου ῥίζα ἀναλημφθεῖσα ῥητίνῃ τερμινθίνῃ, καππάρεως ῥίζα ὁμοίως, νίτρον μετὰ ζύμης ἢ σύκων, ἅλες ὁμοίως, κανθαρὶς ἀναλημφθεῖσα ῥητίνῃ.