Ancient Greek
Book 1, Chapter 154
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.154.2
Not analysed yet
σμυρνίου ῥίζα καταπλασσομένη, ἠριγέροντος ῥίζα σὺν ὄξει, ἰὸς σιδήρου λεανθεὶς ἐπὶ πολὺ μετ’ οἴνου καὶ σμύρνης ἐν ἡλίῳ, ἱππούριδος φύλλα λεῑα, ἰσάτεως φύλλα ἡμέρου καὶ ἀγρίας· Κενταυρείου τοῡ μεγάλου χυλὸς τῆς ῥίζης καὶ ἡ ῥίζα Κενταυρείου τοῦ λεπτοῦ χλωρὰ λεία· κονύζης φύλλα, γῆς ἔντερα καὶ νεύρων διακοπὰς κολλᾷ λεῖα ἐπιτιθέμενα, κυκλάμινος σὺν ὄξει καὶ μέλιτι, κυπαρίσσου 〈φύλλα〉 λεῖα, λιβανωτίδος φύλλα χλωρά, Λυσιμάχειος πόα, μυριόφυλλον καταπλασσόμενον, ὄρχεως τῆς Σαραπιάδος ῥίζα, πευκεδάνου ῥίζα, πενταφύλλου φύλλα μετὰ μέλιτος, περιστερᾶς αἷμα.