Ancient Greek
Book 1, Chapter 155
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.155.1
Not analysed yet
(163) πρὸς δὲ τὰ ἐπιπόλαια τραύματα πολύκνημον λεῖον, τὸ ἐν τοῖς θυλακίοις τῆς πτελέας ὑγρόν, καὶ ὁ φλοιὸς δὲ αὐτῆς ἐπιδεόμενος —ἔστι γὰρ ὡς φιλύρα —κολλᾷ καὶ ἀφλέγμαντα ποιεῖ· πρίνου φλοιὸς λεῖος, ῥᾶ λεῖον σὺν οἴνῳ, σύμφυτον λεῖον, περιστέριον λεῖον, σκόροδα καέντα καταπλασσόμενα· παραδόξως δὲ τὰς διακοπὰς τῶν νεύρων καὶ τὰ πρόσφατα τραύματα παρακολλᾷ ἄγχουσα καταπλασθεῖσα.