Ancient Greek
Book 1, Chapter 168
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.168.1
Not analysed yet
(177)ἀκροχορδόνας 〈δὲ〉 τὰς ἐν παντὶ τόπῳ αἴρει ἰχὼρ πνεύμονος ὀπτωμένου καταχριόμενος, θεῖον, λιβανωτός, συκῆς φύλλα ἴσα τρίψας ἐπιτίθει προκαταντλήσας πυρῶν ἀφεψήματι· ἢ πηλῷ, ὅπου ἐὰν κύων μέλας οὐρήσῃ, κατάχριε ἢ χαμαιάκτῃ.