Ancient Greek
Book 1, Chapter 169
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.169.1
Not analysed yet
(178)πυρίκαυτα δὲ ἐν ἁρχῇ ὠφελεῖ, ὥστε εἰ παραχρῆμά τις χρήσαιτο μηδὲ φλυκταινοῦσθαι· μέλαν γραφικὸν ἐν ὕδατι καταχριόμενον, στυπτηρία ὑγρά, μόρων φύλλα σὺν ἐλαίῳ, ναρκίσσου ῥίζα σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀρκτίου φύλλα καὶ ὁ καυλὸς καὶ αἱ ῥίζαι σὺν οἴνῳ ἑψηθέντα, φλόμου ῥίζαι καὶ φύλλα ἑψηθέντα ὁμοίως, ἐλαίας φύλλα ἑφθά, ἅλες σὺν ἐλαίῳ καταπλασθέντες, ἀνδρόσαιμον λεῖον, ἀρνογλώσσου φύλλα, ὑπερικοῦ φύλλα πρόσφατα, μολόχη λεία ἑφθὴ καὶ ὠμὴ καταπλασθεῖσα·