Ancient Greek
1.169.2 to 1.169.3
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.169.2-3
Not analysed yet
Κιμωλία μεθ’ ὕδατος καταχρισθεῖσα, ἐλαῖαι λευκαὶ ἐξ ἅλμης λεῖαι καταπλασθεῖσαι καὶ 〈αἱ〉 μέλαιναι 〈δὲ〉 ὁμοίως· καὶ ἑλξίνη καταπλασσομένη ἢ βάτος ἢ σχοῖνος ἢ μυρσίνη ἢ ῥόδα ἢ κύτινοι ὁμοίως, ἢ φύλλα σεύτλου ἐν οἴνῳ ἐπ’ ὀλίγον ἡψημένα, μυροβάλανος μεθ’ ὕδατος, ἑλιχρύσου φύλλα σὺν μέλιτι ἢ οἴνῳ, σμύρνα σὺν οἴνῳ καταχριομένη· κήρυκες πληρωθέντες ἁλσὶ καὶ καέντες καὶ ἐπιπλασθέντες· ἀποστρακοῦνται γὰρ ἄχρι ἀπουλώσεως· κάσσυμα καὲν καὶ καταπασσόμενον, κόμμι μετὰ τοῦ λευκοῦ τῶν ᾠῶν καταχριόμενον, ταυροκόλλα ὕδατι ἀνεθεῖσα θερμῷ· καὶ κρίνου φύλλα ἐν οἴνῳ ἑφθὰ καὶ ἡ ῥίζα ἑφθὴ λεία σὺν ῥοδίνῳ, λειμωνίου φύλλα ὁμοίως· λιβανωτὸς ἐπιχριόμενος σὺν ὕδατι, στίβι σὺν στέατι νεαρῷ καταχριόμενον·