Ancient Greek
Book 1, Chapter 179
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.179.1
Not analysed yet
(189)στέλλει δὲ ἕλκη ἄσβεστος, μάννα, λεπίς, ἴσα· ἐχῖνος κεκαυμένος, σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα, κεδρία, κηκίς, κήρυκες κεκαυμένοι, λίθος σάπφειρος, μόλυβδος κεκαυμένος, σπόδιον, στυπτηρία πᾶσα καεῖσα, σῶρι καὶ τὰ πλαδῶντα ἀποτήκει· σκόρδιον λεῖον, χαλκίτις, χάλκανθος, μίσυ, διφρυγές, ὀθόνιον κεκαυμένον.