Ancient Greek
Book 1, Chapter 180
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.180.1
Not analysed yet
(190)πτερύγια δὲ θεραπεύει ἀκακίας χύλισμα καταχριόμενον, ἀλόη ξηρὰ ἐπιπασσομένη, ἰὸς διπλασίων μετὰ λιθαργύρου ἁπλῆς, πενταφύλλου ῥίζα καταπλασσομένη, τιθυμάλλου ὀπὸς ἐπιχριόμενος, γλυκύρριζα ξηρὰ ἐπιπασσομένη, ἰὸς σιδήρου σὺν ὄξει, ῥίνημα ἐλέφαντος ὀστέου ὁμοίως, πράσιον σὺν μέλιτι, στυπτηρία σὺν ὕδατι, σῦκα ξηρὰ μετὰ σιδίων ῥοᾶς ἑφθῶν καὶ μέλιτος, χαλκίτεως καὶ λεπίδος μιγέντων καὶ ὡς ἔμπλαστρος ἐπιτιθεμένων· ἢ στυπτηρίαν σχιστὴν, σανδαράκην, ἄσβεστον, διφρυγές, ἴσα μείξας κατάπλασσε.