Ancient Greek
Book 1, Chapter 200
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.200.3
Not analysed yet
ἐπέχει καὶ τὰ ὦτα κηρῷ ἁπαλωτάτῳ ἐμπλασσόμενα ἐπιμελῶς καὶ τὸ ἐν βαλανείῳ ἐκλούεσθαι αὐτοὺς καὶ ἡ πόσθη ἀποδεδμένη ῥάμματι· ἐνστάζεται δὲ ὠφελίμως καὶ εἰς τὸ οὖς ὕδωρ ψυχρόν. φασὶ δὲ ἐπέχεσθαι τὰς ἐκ μυκτήρων αἱμορραγίας μόρων ἄνθους μεμυκότος πρὸ τοῦ πεσεῖν ἐνδεομένου κυτίδι καὶ περιαπτομένου τραχήλῳ· δεῖ δὲ λαμβάνειν τὸ πρώτως ἐν ἐκείνῳ τῷ θέρει εὑρεθὲν ἢ ὁραθέν.