Ancient Greek
Book 1, Chapter 201
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.201.1
Not analysed yet
(211) διαχεῖ δὲ θρόμβους τοὺς ἐκ τραυμάτων ἐν βάθει γινομένους ἢ 〈ἐν〉 κοιλίᾳ ἢ κύστει· κονία συκίνη μετὰ ὕδατος ποθεῖσα, θύμβρα 〈ἢ〉 θύμος ἐν ὀξυκράτῳ, ἑλιχρύσου ἀπόζεμα ἐν οἰνομέλιτι, [ἢ] ὀπὸς σιλφίου λεῖος σὺν ὀξυκράτῳ ἢ ὕδατι πινόμενος.