Ancient Greek
Book 1, Chapter 209
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.209.1
Not analysed yet
(218) αἴρει δὲ 〈τὰ〉 κονδυλώματα καὶ τὰς συκᾶς ἀρσενικὸν ἐπιπλασθέν, βολβοὶ ἐν θερμοσποδιᾷ ὀπτηθέντες καὶ λεῖοι καταπασθέντες μετὰ μαινίδων κεφαλῶν κεκαυμένων· ἄσβεστος καὶ τρὺξ ἰξῷ ἀναλημφθέντα καὶ ὡς σπλήνιον ἐπιτεθέντα.