Ancient Greek
Book 1, Chapter 210
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.210.1
Not analysed yet
(219) τὰς δὲ ὑπερμεγέθεις συκᾶς ἀποβάλλει λιβάνου ὑποκαπνισμὸς ἐπὶ ἡμέρας ἓξ ἐπιτηδευόμενος, ἰὸς σιδήρου σὺν οἴνῳ γλυκεῖ ἐπιχρισθείς, ἀνήθου σπέρματος κεκαυμένου ἡ τέφρα καταπασσομένη, χάλκανθος καὶ σίδια σὺν ὄξει λεῖα, στυπτηρία [ὑγρὰ] σχιστὴ κεκαυμένη ὁμοίως σὺν ὄξει λεία, ἐλατήριον σὺν ἁλσί, στυπτηρία ὑγρὰ μετὰ ἄρτου καὶ οἴνου καὶ σελίνου.