Ancient Greek
Book 1, Chapter 219
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.219.1
Not analysed yet
(227) κεχαλασμένα δὲ ἄρθρα ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος, ἀκάνθης ἀφέψημα ἢ βάτου ἢ μυρσίνης 〈ἢ σιδίων〉 ἢ σχίνου ἢ φηγοῦ ἢ πτελέας τῶν ῥίζῶν [ἢ] τοῦ φλοιοῦ, ἐλάτη λεία μετὰ κηρωτῆς, ἔλαιον μυρσίνινον ἢ σχίνινον περιχριόμενον συνεχῶς, σίδια καταπλασθέντα, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ ἐπιτιθέμενα.