Ancient Greek
Book 1, Chapter 220
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.220.1
Not analysed yet
(228) κόπους 〈δὲ〉 λύει ἐπιτιθέμενα· Ἀμμωνιακὸν μετ’ ὄξους καὶ κυπρίνου ἐλαίου καὶ ὀλίγου νίτρου, ἀπίου σπέρμα μετ’ ἐλαίου, δάφνινον ἔλαιον, κρόκινον, σαμψούχινον, ἀφρόνιτρον 〈ἢ〉 νίτρον σὺν ἐλαίῳ καὶ οἴνῳ καὶ ὄξει. φασὶ δὲ ἐν ταῖς ὁδοιπορίαις μὴ παρατρίβεσθαι τοὺς βουβῶνας ἄγνου ῥάβδου ἢ 〈Ἀρτεμισίας〉 τῆς θαλασσίας κρατουμένης.