Ancient Greek
Book 1, Chapter 221
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.221.1
Not analysed yet
(229) τετανικοῖς δὲ καὶ τοῖς ἄλλοις σπωμένοις ἁρμόζει ἐν ποτῷ μὲν γλήχων μεθ’ ἁλὸς καὶ μελικράτου, ἴρεως 〈· β′ σὺν μελικράτῳ, σάρξ ἐχίνου ἐσκελετευμένη ὁμοίως, κύπρινον ἢ καστόριον· κράμβη ἐφθὴ ἐσθιομένη, ὀξαλλίδος ῥίζα σὺν οἴνῳ, ὀπὸς σιλφίου περιπλασθεὶς κηρῷ ἀντὶ καταποτίου, σέσελι, σταφυλίνου ἀγρίου ῥίζα 〈καὶ〉 σπέρμα, ἀκάνθης λευκῆς σπέρμα.