Ancient Greek
Book 1, Chapter 228
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.228.4
Not analysed yet
σμύρνα, πευκέδανον, στύραξ, ὄπιον, ὑοσκύαμος, ἴσα σὺν κηρωτῇ· ἄρου ῥίζα σὺν βολβίτῳ καὶ ὄξει. Περσικῶν φύλλα σὺν ὀξυγγίῳ, ἀσφοδέλου ῥίζα σὺν ἀλφίτῳ καὶ ῥοδίνῳ καὶ ὕδατι, κωνείου σπέρμα σὺν λιθαργύρῳ, λευκοίου ῥιζαι σὺν ὄξει ἑφθαί, λιβανωτίδος φύλλα σὺν ὄξει καὶ αἰρίνῳ ἀλεύρῳ, Ἄσσιος λίθος λεῖος ἐν ἐρεγμῷ μήκωνος ὀπὸς σὺν γυναικείῳ γάλακτι καὶ κρόκῳ καὶ κηρωτῇ ῥοδίνῃ μιγέντα καὶ ἐπιτεθέντα, καὶ τὰ φύλλα δὲ καὶ αἱ κωδύαι σὺν ἀλφίτῳ καταπλασσόμενα μειγνυμένων καὶ ὑοσκυάμου φύλλων·