Ancient Greek
Book 1, Chapter 228
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.228.5
Not analysed yet
δεῖ δὲ αὐτὰ καὶ ἀλεύρῳ κριθίνῳ ἀναλαβόντα ξηραίνειν ὡς τροχίσκους, ἐπὶ δὲ τῆς χρείας ὄξει διαλύειν· ὀποπάναξ μετὰ σταφίδος ἐδωδίμου, χελιδονίου τοῦ καλουμένου πυροῦ ἀγρίου ῥίζα λεία, σαγαπηνὸν σὺν ἐλαίῳ καταχρισθέν, σέρις μετὰ πάλης ἀλφίτου ἢ σέλινον ἢ κιχόριον ἢ ἀνδράχνη ἢ στρύχνον ἢ περδίκιον ἢ σησάμινον ἔλαιον·