Ancient Greek
Book 1, Chapter 230
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.230.1
Not analysed yet
(237) ἰσχιαδικοὺς δὲ ὠφελεῖ πινόμενα· ἑλιχρύσου ἀφέψημα, ἐρυθρόδανον σὺν οἴνῳ —ἄγει δὲ αἷμα δι’ οὔρων, λούειν δὲ δεῖ καθ’ ἡμέραν τὸν πίνοντα —,ἐρύσιμον σὺν οἴνῳ, σμυρνίου σπέρμα ὁμοίως, καρδάμου 〈· α′ σὺν οἴνῳ, ὑπερικόν, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ 〈· β′ —αἷμα δὲ ἄγουσιν —,ἢ τῆς ῥίζης τοῦ φλοιοῦ ὁμοίως, μήκωνος κερατίτιδος τῆς ῥίζης ἢ τῆς πόας ὀξύβαφον ἑψηθὲν σὺν ὕδατος κο′ δ′ εἰς τὸ ἥμισυ·