Ancient Greek
Book 1, Chapter 230
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.230.2
Not analysed yet
ἴρεως ῥίζα σὺν γλυκεῖ, πηγάνου ἀγρίου καὶ ἡμέρου 〈· α′ σὺν ἀνήθου ἀφεψήματι καὶ οἴνῳ· σπάρτου τὰς ῥάβδους σὺν τοῖς φύλλοις ἐν ὄξει βρέχε ἐπὶ πλείονας ἡμέρας, ἔπειτα κόψας καὶ χυλίσας δίδου πιεῖν ἕνα κύαθον· σύμφυτον πετραῖον ἑψηθὲν σὺν ὑδρομέλιτι, πενταφύλλου ῥίζης ὁ χυλός, ἁβροτόνου ἀφέψημα καὶ τοῦ καρποῦ 〈· α′ μετ’ οἴνου, ἀγαρικοῦ ξε′ α′ μετ’ οἴνου, Αἰθιοπίδος ἀφέψημα μετ’ οἴνου, πολύγονον μετὰ οἴνου, ἀρκτίου ῥίζα μετὰ οἴνου καὶ τὸ ἀφέψημα, Κενταυρείου 〈τοῦ λεπτοῦ〉 ἀπόζεμα, ἀλθαίας ῥίζης ἀφέψημα·