Ancient Greek
Book 1, Chapter 4
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.4.1
Not analysed yet
ὑποθυμιώμενον δὲ ταῖς ῥισὶν διὰ τῆς τῶν ἀτμῶν ἀναδόσεως ὠφελεῖ ἄνησσον. ὠφελεῖ δὲ κατὰ τοὺς ἰδίους καιροὺς παραλαμβανόμενα καὶ τὰ πταρμικά· ἔστι δὲ ἐλλέβορος 〈λευκός〉, [καὶ] καστόριον, πέπερι, στρούθιον, σίνηπυ, ἰὸς ξυστός, τριχομανὲς λεῖον ἐντιθέμενον ταῖς ῥισὶν καὶ ἡ λεγομένη πταρμικὴ πόα.