Ancient Greek
Book 1, Chapter 5
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.5.1
Not analysed yet
καὶ οἱ ἀποφλεγματισμοὶ δὲ οὐκ ἀνωφελῶς ἐπὶ τῶν χρονίως κεφαλαλγούντων παραλαμβάνονται. ἐπιτηδεύονται δὲ διαμασωμένων τούτων· δαφνοειδοῦς σπέρματος, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ, κρήθμου, καρδάμου καρποῦ, μαστίχης, νάπυος, πεπέρεως στρογγύλου καὶ μακροῦ, πυρέθρου καὶ σταφίδος ἀγρίας μετὰ νίτρου καὶ πεπέρεως —καίει δὲ 〈τὴν〉 ἀρτηρίαν —,ἀνεμώνης ῥίζα, σταφὶς ἐκγεγιγαρτισμένη μετὰ πεπέρεως, θύμον, ὕσσωπον, στρούθιον.