Ancient Greek
Book 1, Chapter 50
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.50.1
Not analysed yet
(53) ἀνακολλήματα 〈τριχῶν· ἀνακολλᾷ〉 δὲ τὰς εἰσκλωμένας ἢ παραφυομένας τρίχας ἐν τοῖς βλεφάροις μαστίχη μηλωτίδι θερμῇ προσαγομένη αὐτοῖς καὶ οὕτως ἀνακολλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν· ἤ ἄσφαλτος ὁμοίως, ἢ λιθοκόλλα ὁμοίως, 〈ἢ〉 κοχλίου τὸ κολλῶδας βελόνῃ ἀναλαμβανόμενον, ἢ χονδρίλλης κόμμι ὁμοίως.