Ancient Greek
Book 1, Chapter 51
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.51.1
Not analysed yet
(54) αἰγίλωπας δὲ θεραπεύει, ἐφ’ ὧν μύ διὰ βάθους ἔφ θαρται τὸ ὀστέον· ἀνθέμιδος φύλλα μασηθέντα καὶ ἐπιτεθέντα, αἰγίλωπος τοῦ ἐν τοῖς σίτοις χυλὸς σὺν ἀλεύρῳ σητανίῳ καταμολόχης πλασσόμενος, ἀρνογλώσσου φύλλα μασηθέντα καὶ ἐπιτεθέντα· ἤ φύλλα λεῖα σὺν χολῇ ταυρείᾳ, ὡς μεῖγμα ὑγρὸν εἶναι, βρέχων σπληνάρια 〈ἢ〉 ὀθόνια ἐπιτίθει καὶ ὕγραινε τῷ φαρμάκῳ·