Ancient Greek
Book 1, Chapter 54
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.54.4
Not analysed yet
νάρδος ἐν κοχλίᾳ Διβυκῷ ἀναλημφθεῖσα καὶ μετὰ τὸ ἑψηθῆναι ἐγχυθεῖσα· ὠφελεῖ καὶ τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃς 〈Ῥωμαιστὶ〉 καλεῖται γλῆρις, καὶ γάρος ὁ Σπάνος, ὅς σοκιώρου λέγεται, ἐγχεόμενα, καὶ σιλφῶν τῶν κατοικιδίων τὸ ἐντὸς λεῖον σὺν ῥοδίνῳ ἐνσταζόμενον, ἢ οἱ κατοικίδιοι ὄνοι μετὰ ῥοδίνου ἢ ἐλαίου λεῖοι χλιανθέντες, ἢ γῆρας ὄφεως ἐν ἐλαίῳ ἑψηθὲν ἢ μύρῳ μετὰ κωδύας μήκωνος·