Ancient Greek
Book 1, Chapter 54
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.54.5
Not analysed yet
ἀράχνη τὸ ζῷον λεῖον μετὰ ῥοδίνου καὶ ὄξους, κηκὶς λεία ἐνδεθεῖσα ὀθονίῳ καὶ ἑψηθεῖσα ἐν οἴνῳ ἀνωδύνους ποιεῖ. ὠφελεῖ καὶ ψυχρὸν ὕδωρ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενον, καὶ σαρκῶν βοείων ὀπτωμένων 〈ὁ〉 ἰχώρ ἐγχεόμενος τῷ ἀλγοῦντι, καὶ κεδρία μιγεῖσα ναρδίνῳ, ποτὲ μὲν πρὸς ἴσον, ποτὲ δὲ πρὸς διπλοῦν.