Ancient Greek
Book 1, Chapter 55
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.55.1
Not analysed yet
(58)πρὸς δὲ τὰς γινομένας ῥήξεις τῶν ὤτων ἁρμόζει ἐγχυματιστὰ ταῦτα· ἄνησσον σὺν ῥοδίνῳ, ἀπαρίνης χυλός, ἀρνογλώσσου χυλός, στρύχνου χυλὸς ὁμοίως, κεδρία σὺν ῥητίνῃ τερμινθίνῃ συντακεῖσα, σόγχου χυλὸς καὶ ἡ ῥίζα σὺν ἐλαίῳ καὶ σιδίῳ ἑψηθεῖσα, χολὴ βοεία μετὰ γάλακτος ἢ πράσου χυλοῦ, ὠκίμου χυλὸς σὺν χηνείῳ στέατι.