Ancient Greek
Book 1, Chapter 62
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.62.1
Not analysed yet
(65) πρὸς δὲ τὰς τῶν ὑδάτων ἐναπολήμψεις κρομύου χυλὸς ἐνσταζόμενος διακόπτει τὴν τοῦ πνεύματος ἔνστασιν· ἔκμυζε δὲ τὸ ὕδωρ καλαμίδα διαμπὰξ τετρημένην ἐνθεὶς τῷ ὠτίῳ.