Ancient Greek
Book 1, Chapter 63
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.63.1
Not analysed yet
(66) τὰ δὲ τεθλασμένα τῶν ὠτίων ἰῶνται μὴ ἐῶντες διαπυίσκειν καὶ εἰ διαπυήσειεν, διαφοροῦντες βολβοὶ σὺν ἀλφίτῳ καταπλασσόμενοι· σμύρνα σὺν κοχλίου σαρκί, θεῖον ἄπυρον σὺν σμύρνῃ καὶ οἴνῳ καὶ λιβάνῳ καὶ πίσσῃ καταχριόμενον· ἐὰν δὲ ἐρυθήματα ᾖ καὶ φλεγμοναὶ μεγάλαι, σησάμῳ λείῳ κατάπλασσε ἢ χόνδρῳ ἐν ὄξει ἑφθῷ.