Ancient Greek
Book 1, Chapter 66
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.66.1
Not analysed yet
(69) πρὸς δὲ τὰς ὀδονταλγίας ἁρμόζει ἑψόμενα σὺν ὄξει καὶ ἀνακογχυλιζόμενα —δεῖ δὲ θερμοῖς αὐτοῖς χρῆσθαι καὶ ἐφ’ ὅσον δύναταί τις χρόνον διακρατεῖν ἐν τῷ στόματι κατὰ τὸν ἀλγούμενον ὀδόντα —· ὑοσκυάμου ῥίζα, πενταφύλλου ῥίζα, ἀλθαίας ῥίζα, πύρεθρον, ὀνωνίδος ῥίζα, ἀρνογλώσσου ὁμοίως· δᾳδία καὶ μελάνθιον, σταφὶς ἀγρία, ἐλλέβορος μέλας, καππάρεως ῥίζα καὶ ὁ ἐκ τῶν ἀπίων αὐτῆς καρπός, ἐλάφου κέρας ὠμὸν καὶ κεκαυμένον, θεῖον ἄπυρον ὀλίγον σὺν ὀριγάνῳ καὶ δᾳδίῳ, μελισσόφυλλον, γλήχων, μόρων φύλλα καὶ ἡ ῥίζα·