Ancient Greek
1.66.2 to 1.66.3
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.66.2-3
Not analysed yet
σίλφιον, ὀπόφυλλον μετὰ ὑσσώπου καὶ σύκου, πίτυος καὶ λεύκης φύλλα, σικύου ἀγρίου ῥίζα, σκορόδου ῥᾶγες σὺν λιβανωτῷ, τιθυμάλλου 〈ῥίζα〉, μήλων Περσικῶν ὀστᾶ, κηκὶς μετὰ ἁλὸς καὶ κεδρία, ἕκαστον τούτων σὺν ὄξει. ἢ κολοκυνθίδα κενώσας καὶ ἐναποζέσας αὐτῇ ὄξος δίδου διακλύζεσθαι· ἀποβάλλει δὲ τοῦτο καὶ τοὺς σαθροὺς αὐτῶν. ὠφελεῖ δὲ καὶ ἀγρώστεως τῆς ἐν Παρνασσᾷ γεννωμένης ὁ χυλὸς σὺν ὀξάλμῃ, ἀρνογλώσσου τῶν φύλλων ὁ χυλός. σὺν οἴνῳ δὲ ἀφεψηθέντα 〈δίδοται〉 πρὸς τὴν αὐτὴν χρῆσιν φλόμου ῥίζα, ἁλικακκάβου ἀγρίου ῥίζα, ἀσπαράγου ῥίζα, νίτρον σὺν πεπέρει, πήγανον, πλατάνου σφαιρία, ὀξυμυρσίνης ῥίζα, ὀπὸς σιλφίου, ῥόδα ξηρὰ ἐν οἴνῳ ἑψηθέντα ἄχρι τρίτου· ἐπὶ δὲ τῆς χρείας δίδου ἀνακλύζεσθαι.