Ancient Greek
Book 1, Chapter 68
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.68.1
Not analysed yet
(71) εἰς δὲ τὸ βρῶμα ἐντιθέμενα ἢ περιπλασσόμενα τῷ ὀδόντι ὠφελεῖ τοὺς ὀδονταλγοῦντας —ἔνια δὲ θρύπτει ἢ σήπει —· ἀμόργη ἡψημένη 〈μετ’〉 ἐλαίου ὀμφακίνου, ἄχρι ἂν γένηται μελιτώδης· αὕτη καὶ περιχριομένου τοῦ ὀδόντος ἐκτινάσσει· βατραχίου ῥίζα ὁμοίως σκευασθεῖσα θρύπτει· ἀμπέλου δάκρυον ἐντιθέμενον μετ’ ὀποπάνακος καὶ σιλφίου, ἄσφαλτος ὑγρὰ σὺν νίτρῳ περιπλασθεῖσα·