Ancient Greek
Book 1, Chapter 67
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.67.1
Not analysed yet
(70) διαμασώμενα δὲ καὶ δηχθέντα τῷ πεπονθότι ὀδόντι ὠφελεῖν πέφυκεν λευκακάνθης ῥίζα, κηκῖδος τὸ ἐντός, πυρέθρου ῥίζα. ὠφελήσεις δὲ ὀδονταλγίας ἐνεργῶς τρυγόνος θαλασσίας κέντρου τῷ ἄκρῳ παρατρίβων τὸν ἀλγοῦντα ὀδόντα· σήπεται δὲ τὸ πεπονθὸς μέρος τοῦ ὀδόντος. ἔνιοι δὲ ἐπὶ καλαμίδι ἐγκρύπτοντες αὐτὸ οὕτως χρῶνται, ὑπολαμβάνοντες συμβάλλεσθαι καὶ τοῦτο πρὸς ἀπονίαν.