Ancient Greek
Book 1, Chapter 70
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.70.1
Not analysed yet
(73) ἀρεῖς δὲ ἀπόνως, ἂν περιχαράξας περιπλάσῃς θείῳ, ἢ μολύβδαιναν λείαν κηρῷ ἀναλημφθεῖσαν παρεμπλάσῃς, ἢ πύρεθρον ὄξει ταριχεύσας ἐπὶ ἡμέρας μ′ περιπλάσῃς, κηρῷ τοὺς ἄλλους ἀσφαλισάμενος, ἢ σῶρι μετ’ ὄξους λειώσας· ἢ σώρεως 〈· δ′, μολυβδαίνης 〈· Ϙ′ κεδρίας τῷ αὐτάρκει ἀναλάμβανε.