Ancient Greek
Book 1, Chapter 71
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.71.1
Not analysed yet
(74) τὰς δὲ ἐπὶ τῶν παιδίων ὀδοντιάσεις καὶ κνησμοὺς παύει βούτυρον διαχριόμενον καθ’ ἑαυτὸ καὶ μετὰ μέλιτος, λαγωοῦ ἐγκέφαλος ὀπτὸς παρατριβόμενος καὶ ἐσθιόμενος, μῦς οἱ κατοικίδιοι ἑφθοὶ ἐσθιόμενοι, καὶ τὸ πολὺ δὲ σίελον κωλύουσιν ἐπὶ τῶν παιδίων ζῶντες προσαγόμενοι τοῖς· στόμασιν αὐτῶν.