Ancient Greek
Book 1, Chapter 83
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.83.1
Not analysed yet
(87) συναγχικοὺς δὲ ὠφελεῖ ὅσα δύναται ἀποσπᾶν ὑγρασίαν· χαλᾶται γὰρ οὕτως ἡ ξηρασία καὶ ἡ πύκνωσις τῶν μερῶν. ἔστι δὲ 〈ταῦτα〉 ἀναγαργαριζόμενα· ὕσσωπον μετὰ σύκου ἐν ὕδατι ἡψημένον, λιβανωτὸς σὺν γλυκεῖ καὶ μέλιτι ἢ ὀξυμέλιτι, ῥαφάνου σπέρμα λεῖον σὺν ὀξυμέλιτι, σινήπεως ἐδωδίμου κύαθοι δύο σὺν μέλιτος θερμοῦ κυάθῳ ἑνί. (88) 〈καὶ〉 διαχριόμενα δέ χελιδόνων κεκαυμένων σποδιὰ σὺν μέλιτι, χολὴ βοεία σὺν μέλιτι.