Ancient Greek
Book 1, Chapter 83
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.83.2
Not analysed yet
ἰδίως δὲ ποιεῖ τῆς θαλασσίας χελώνης 〈χολή〉, χρυσοκόλλα μετὰ μέλιτος —κινεῖ δὲ καὶ ἔμετον —,ἅλες μιγέντες ὄξει καὶ μέλιτι καὶ νίτρῳ, ἐλατήριον μετ’ ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταυρείας, κρομύων χυλὸς μετ’ ἐλαίου, Κενταυ ρείου χυλὸς μετὰ μέλιτος, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις σὺν μέλιτι, πίσσα σὺν μέλιτι. ἐπιτίθενται δὲ τῷ ἀνθερεῶνι καὶ τῷ τραχήλῳ ὠφελίμως ἅλες μετὰ πίσσης λεῖοι ἐν ὀθονίῳ. (89) ὠφελεῖ δὲ τοὺς συναγχικοὺς ἐν ποτῷ διδομένη χελιδόνων ἐσκελετευμένων 〈· α′ σὺν ὕδατι, κάμπη ξηρὰ κοπεῖσα καὶ ποθεῖσα σὺν μελικράτῳ.