Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 100
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 100.2
Not analysed yet
λίθου ὀστρακίτου 〈· β′ ἐπὶ ἡμέρας δ′ πινέτωσαν. προστίθεται δὲ πρὸς τὸ μὴ συλλαμβάνειν πρὸ τῆς συνόδου ἡδύοσμον λεῖον, καὶ τὸ αἰδοῖον δὲ τοῦ ἀνδρὸς τῷ χυλῷ περιχρίεται· κράμβης ἄνθος λεῖον ἐν πεσσῷ μετὰ τὴν σύλλημψιν οὐκ ἐᾷ πήγνυσθαι 〈τὸ σπέρμα· ἢ〉 νεβροῦ πυτία ἐπὶ ἡμέρας γ′ προστεθεῖσα μετὰ τὴν κάθαρσιν, πελεκίνου σπέρμα πρὸ 〈τῆς〉 συνουσίας, στυπτηρία ὑγρὰ ὁμοίως· ἢ τήλεως ἀφεψήματι πρὸ τῆς συνουσίας προσκλυζέσθωσαν.