Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 101
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 101.1
Not analysed yet
(96)συνουσίαν δὲ παρορμᾷ καὶ ἐντάσεις ἐργάζεται ὁρμίνου σπέρμα, ξιφίου ῥίζα ἡ ἁδρὰ καὶ ἀνωτέρω παρορμᾷ σὺν οἴνῳ ποθεῖσα, ἡ δὲ ἰσχνοτέρα τοὐναντίον ἐκλύει τὴν ὁρμήν· ὄρχεως 〈τῆς〉 βοτάνης ὁ μείζων βολβὸς μετὰ γάλακτος ποθεὶς ἐντείνει, ὁ δὲ μικρὸς δι’ ὕδατος ποθεὶς ἐκλύει· κνίδης σπέρμα ἀγρίας πινόμενον μετ’ οἴνου, ἄνησσον σὺν οἴνῳ, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, ἡδύοσμον ὁμοίως·