Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 103
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 103.1
Not analysed yet
(98)πρὸς δὲ τοὺς γόνον προιεμένους ἀπροαιρέτως ὠφελίμως δίδονται ἴριδος〈· β′ μετ’ οἴνου. καταπλασθὲν δὲ πραύνει κώνειον κατὰ τοῦ καυλοῦ καὶ τῶν διδύμων καὶ ἐφηβαίου ἐπιτιθέμενον, νυμφαίας ῥίζα μετὰ ἀλφίτου διδομένη ἐσθίεσθαι ὡς μᾶζα ὀξυβάφου πλῆθος ἢ πινομένη καθ’ ἑαυτήν, ἀνήθου σπέρμα πινόμενον· ἐκλύουσι δὲ γονὴν κισσοῦ κόρυμβοι μέλανες πινόμενοι.