Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 102
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 102.1
Not analysed yet
(97)ἀμβλύνει δὲ τὰς πρὸς συνουσίαν ὁρμὰς ἀνδράχνη ἐσθιομένη, [καὶ] πήγανον ἄγριον καὶ ἥμερον ἐσθιόμενον, θρίδακος ἀγρίας σπέρμα καὶ ἡμέρου πινόμενον, δρακοντίου ῥίζα ἐν οἴνῳ ποθεῖσα ξηρὰ καὶ 〈τὰς〉 ἐντάσεις παύει, στρόβιλοι μετὰ σικύου σπέρματος καὶ ἀνδράχνης χυλοῦ, σῦκα ἐσθιόμενα.