Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 109
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 109.1
Not analysed yet
(105)ἀλγήματα δὲ κύστεως ἰᾶται λινόσπερμον ὠμόν, σήσαμον, ὅρμινον, ἑκάστου κυ′ α′ κατ’ ἰδίαν σὺν γλυκεῖ πινόμενος· ὀξυσχοίνου σπέρμα ἢ βολβῶν πυρρῶν σπέρμα ὁμοίως, λωτοῦ σπέρμα ὁμοίως ἐν οἴνῳ, μήκωνος μελαίνης ἢ λευκῆς σπέρματος 〈· α′ πινομένη μεθ’ ὑδρομέλιτος, κυπαρίσσου φύλλῶν 〈· α′ σὺν ὕδατι θερμῷ πινομένη ἢ μελικράτῳ, Κυδωνίων ἄνθους ἢ ἑλίκων ἀμπέλου ἢ ἀνδράχνης ἀφέψημα πινόμενον. ,ἢ Γεντιανῆς χυλὸς σὺν ὕδατι.