Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 110
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 110.1
Not analysed yet
(106)καταπλάσσεται δὲ ὠφελίμως ἐπὶ ἀλγούσης κύστεως νυμφαίας ῥίζα καὶ σπέρμα, πολύγονον, πετροσέλινον, χαμαίπιτυς σὺν οἴνῳ καὶ στέατι ὑείῳ ἡψημένα· κρίθινον 〈ἄλευρον〉, γῦρις, τῆλις, λινόσπερμον, φοίνικες, μῆλα Κυδώνια ἑφθά, κωδύαι μήκωνος ἑφθαὶ καὶ ὑοσκυάμου ἀλεύρῳ μιγεῖσαι.