Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 111
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 111.1
Not analysed yet
(107)πρὸς δὲ τὰς ἑλκώσεις τῆς κύστεως ποιεῖ μὲν καὶ τὰ ἐπὶ νεφριτικῶν ἀναγεγραμμένα ποτά, ἁρμόζει δὲ καὶ ταῦτα· ἀγρώστεως τῆς ἐν Παρνασσῷ φυομένης ἡ ῥίζα καὶ τῆς ἄλλης δὲ ἀφεψηθεῖσα ἐν ὕδατι πινομένη, ἀνδράχνης χυλὸς ἐν γλυκεῖ, γάλα γλυκύ, ἐλάτης μυρεψικῆς ἀπόζεμα, κυπαρίσσου φύλλα λεῖα μετὰ σμύρνης ποθέντα.